Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
  2. κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
  3. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  4. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  5. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
  6. σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
  7. αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
  8. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  9. τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
  10. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  11. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  12. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
  13. ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
  14. οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
  15. ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
  16. Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
  17. ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
  18. πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
  19. ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
  20. ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.