Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
  2. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
  3. τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
  4. θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
  5. οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
  6. εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
  7. ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  9. αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
  10. ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
  11. φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
  12. ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
  13. Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
  14. φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
  15. ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
  16. ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
  17. Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
  18. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
  19. βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
  20. παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν