Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
  2. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
  3. νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
  4. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
  5. λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
  6. ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
  7. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
  8. ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
  9. ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
  10. ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
  11. παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
  12. αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
  13. χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
  14. ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
  15. διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
  16. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
  17. μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
  18. ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
  19. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
  20. αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.