Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
  2. κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
  3. αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
  4. πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
  5. χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
  6. γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
  7. εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
  8. ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
  9. τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
  10. δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
  11. κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
  12. κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
  13. ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
  14. ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
  15. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
  16. καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
  17. στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
  18. θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  19. δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
  20. ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων