Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
  2. δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας
  3. Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
  4. καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
  5. σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
  6. πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
  7. καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
  8. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
  9. ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
  10. Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
  11. Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
  12. δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
  13. ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  14. ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
  15. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  16. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
  17. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  18. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  19. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  20. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.