Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
  2. πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
  3. τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.
  4. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
  5. ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
  6. ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
  7. ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  8. ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
  9. ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
  10. μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
  11. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
  12. ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
  13. ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
  14. κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
  15. τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
  16. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
  17. Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,
  18. καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
  19. ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
  20. ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·