Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
- αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.
- ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα
- ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
- κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
- ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
- ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
- κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
- ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
- ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
- Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
- ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
- αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
- μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
- τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
- οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
- ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
- Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
- ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
- ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.