Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
  2. καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
  3. οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·
  4. οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.
  5. τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·
  6. τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
  7. ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;
  8. τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
  9. οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
  10. Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
  11. ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
  12. πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
  13. οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
  14. νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
  15. οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·
  16. δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
  17. Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
  18. αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
  19. ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
  20. ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,