Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
- ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
- οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,
- Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
- αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
- οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
- Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
- Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
- ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
- γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
- ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
- δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
- τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
- οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
- ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
- οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
- τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
- αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
- ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,
- μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.