Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
  2. εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
  3. τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
  4. Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
  5. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
  6. δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
  7. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  8. οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
  9. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  10. δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
  11. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  12. οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
  13. ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
  14. οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
  15. ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
  16. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
  17. μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
  18. τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.
  19. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
  20. ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·