Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
  2. τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
  3. οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
  4. Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
  5. ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
  6. αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
  7. μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
  8. αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
  9. οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
  10. λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.
  11. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
  12. ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
  13. καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
  14. τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
  15. πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
  16. Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
  17. καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
  18. αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
  19. νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
  20. οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.