Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
  2. ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.
  3. εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  4. εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς
  5. κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
  6. φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
  7. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  8. ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  9. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  10. τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
  11. μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
  12. εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
  13. ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων
  14. κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
  15. βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
  16. ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
  17. ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
  18. εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες
  19. εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
  20. ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.