Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
  2. οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
  3. τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
  4. Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·
  5. ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
  6. λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως
  7. ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
  8. ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης
  9. πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
  10. ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
  11. αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
  12. καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
  13. ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
  14. ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
  15. ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
  16. χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
  17. ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
  18. Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
  19. οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·
  20. τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,