Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
  2. ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
  3. καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
  4. ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
  5. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
  6. τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
  7. αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες
  8. αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.
  9. ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
  10. οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
  11. οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
  12. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
  13. μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
  14. κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
  15. λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
  16. πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις
  17. σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
  18. αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
  19. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  20. μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς