Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
  • ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης
  • ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
  • οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
  • ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
  • ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.
  • δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
  • δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
  • ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
  • ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·
  • ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
  • καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
  • φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
  • ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
  • ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο
  • ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
  • καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
  • ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
  • παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
  • ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε