Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν
  2. λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.
  3. ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον
  4. μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,
  5. ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
  6. ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.
  7. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·
  8. ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
  9. τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
  10. κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
  11. αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε
  12. Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.
  13. αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
  14. καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,
  15. αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
  16. οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
  17. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  18. ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.
  19. πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
  20. ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς