Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
  2. κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·
  3. ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ
  4. οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
  5. χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·
  6. στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  7. τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι
  8. ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
  9. ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
  10. ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι
  11. Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
  12. αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
  13. φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
  14. δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
  15. τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
  16. εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
  17. οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην
  18. νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
  19. τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
  20. ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.