Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
  2. ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
  3. οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
  4. ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;
  5. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
  6. ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
  7. καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,
  8. κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
  9. πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
  10. ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
  11. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
  12. πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
  13. τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα
  14. ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.
  15. ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης
  16. νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,
  17. ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
  18. τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
  19. ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
  20. αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.