Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
  2. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
  3. νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
  4. εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
  5. τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
  6. βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
  7. ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.
  8. ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·
  9. ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
  10. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  11. τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.
  12. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
  13. ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
  14. ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
  15. ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
  16. φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ
  17. λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
  18. αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·
  19. ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
  20. οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;