Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ
  2. ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;
  3. πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
  4. ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
  5. υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
  6. εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
  7. ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,
  8. οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
  9. ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ
  10. γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
  11. ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
  12. ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
  13. ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο
  14. παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
  15. ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
  16. ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.
  17. τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
  18. μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
  19. ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
  20. εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,