Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
  2. ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
  3. μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
  4. ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
  5. εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
  6. ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
  7. ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
  8. νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
  9. ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
  10. ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
  11. ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
  12. χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.
  13. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  14. τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
  15. καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
  16. πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
  17. ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
  18. ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
  19. ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
  20. οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς