Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ
  2. πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει
  3. στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
  4. ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
  5. κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς
  6. αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ
  7. νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
  8. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς
  9. εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
  10. κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
  11. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  12. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
  13. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
  14. ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
  15. τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,
  16. οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
  17. ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
  18. κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  19. ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
  20. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο