Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
  2. δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
  3. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  4. ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.
  5. ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·
  6. κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
  7. κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
  8. κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
  9. δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
  10. κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,
  11. ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
  12. πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
  13. καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
  14. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
  15. μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
  16. νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
  17. ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
  18. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
  19. καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
  20. Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα