Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
  2. Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·
  3. ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
  4. τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
  5. τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω
  6. αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν
  7. εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
  8. εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
  9. ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
  10. καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
  11. τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
  12. ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
  13. τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω
  14. ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
  15. ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
  16. χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
  17. καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  18. Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
  19. Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
  20. δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων