Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
  2. τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
  3. λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
  4. ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
  5. ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
  6. εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
  7. τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
  8. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
  9. λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
  10. βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
  11. ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
  12. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
  13. ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
  14. τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
  15. στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
  16. λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
  17. ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
  18. δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
  19. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
  20. καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,