Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.
  2. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  3. Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
  4. δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
  5. δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
  6. ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
  7. ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.
  8. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
  9. χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
  10. καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,
  11. εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
  12. μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
  13. Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
  14. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
  15. ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
  16. ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
  17. ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
  18. ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.
  19. ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
  20. μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι