Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
  2. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  3. μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.
  4. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
  5. ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
  6. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  7. μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
  8. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
  9. ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
  10. πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·
  11. ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
  12. τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
  13. ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,
  14. ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
  15. λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
  16. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
  17. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  18. οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
  19. ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
  20. ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ