Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
  2. τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
  3. Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
  4. ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
  5. Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
  6. Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
  7. στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·
  8. μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
  9. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
  10. κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
  11. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
  12. ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
  13. τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω
  14. Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
  15. μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
  16. δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ
  17. ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
  18. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
  19. Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
  20. ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.