Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
  2. αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
  3. οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
  4. οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
  5. πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
  6. κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
  7. ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
  8. ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
  9. ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  10. ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
  11. νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
  12. ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
  13. θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.
  14. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  15. ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
  16. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
  17. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  18. οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
  19. Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
  20. κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν