Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
  2. Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
  3. ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
  4. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
  5. Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
  6. νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
  7. ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
  8. καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
  9. Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
  10. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  11. οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
  12. ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
  13. αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
  14. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
  15. ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
  16. στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
  17. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  18. μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα
  19. στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
  20. ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ