Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
  2. καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,
  3. εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
  4. ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
  5. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
  6. οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
  7. οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
  8. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
  9. Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,
  10. δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
  11. ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,
  12. ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
  13. ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
  14. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
  15. ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
  16. θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
  17. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  18. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
  19. πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
  20. ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.