Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
  2. τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
  3. ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
  4. Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
  5. κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
  6. σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,
  7. πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
  8. ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
  9. ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
  10. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
  11. Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.
  12. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
  13. θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  14. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
  15. εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·
  16. Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
  17. πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
  18. νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
  19. ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα
  20. κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.