Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  2. χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
  3. ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
  4. ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
  5. παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
  6. ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
  7. καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.
  8. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
  9. μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
  10. ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
  11. οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
  12. πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
  13. Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
  14. οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
  15. σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
  16. πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
  17. ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
  18. αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
  19. τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
  20. πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ