Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
  2. Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
  3. αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
  4. τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
  5. τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
  6. σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
  7. κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
  8. οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
  9. Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
  10. ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
  11. πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
  12. ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
  13. ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
  14. βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
  15. σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
  16. ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
  17. πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
  18. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  19. ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
  20. Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,