Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
  2. υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
  3. καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
  4. βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
  5. ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
  6. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
  7. ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
  8. τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
  9. οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
  10. οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
  11. κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
  12. ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
  13. κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
  14. ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
  15. αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
  16. τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
  17. ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
  18. τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
  19. μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
  20. κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·