Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
  • νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
  • ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
  • χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
  • ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
  • ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
  • ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
  • αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
  • ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
  • ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
  • πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
  • δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
  • ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
  • τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
  • χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
  • τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
  • χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
  • ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
  • δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
  • Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς