Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
  2. αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
  3. ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
  4. ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
  5. ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  6. τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
  7. ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
  8. τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
  9. ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
  10. κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
  11. ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
  12. ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
  13. ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
  14. αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
  15. ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
  16. ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
  17. Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
  18. ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
  19. αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  20. ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν