Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
  2. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
  3. ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
  4. τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
  5. τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
  6. Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
  7. ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
  8. καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
  9. αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
  10. οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
  11. Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
  12. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  13. ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
  14. Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
  15. ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
  16. τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
  17. στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
  18. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  19. ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
  20. ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,