Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
  2. τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
  3. καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
  4. φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι
  5. λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
  6. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
  7. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
  8. οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
  9. ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
  10. ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
  11. Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
  12. σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
  13. νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
  14. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
  15. ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
  16. ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
  17. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  18. λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
  19. μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
  20. ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο