Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
  2. σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
  3. ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
  4. ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
  5. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
  6. παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
  7. ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
  8. φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
  9. ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
  10. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
  11. καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
  12. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  13. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
  14. ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
  15. λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
  16. ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
  17. τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
  18. Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
  19. οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
  20. Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι