Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
  2. πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
  3. εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
  4. ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
  5. λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
  6. οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
  7. μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
  8. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
  9. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
  10. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
  11. τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
  12. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
  13. ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
  14. Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
  15. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  16. νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
  17. οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
  18. Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
  19. οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
  20. οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων