Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
  2. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  3. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  4. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
  5. ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.
  6. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
  7. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  8. Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
  9. ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
  10. ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
  11. τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
  12. ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
  13. ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
  14. ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
  15. ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
  16. εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
  17. τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
  18. πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
  19. ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
  20. οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·