Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
  2. ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
  3. ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
  4. τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
  5. οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
  6. τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
  7. κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
  8. δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
  9. ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
  10. γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
  11. ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
  12. ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
  13. ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
  14. καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
  15. πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
  16. τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
  17. τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
  18. πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
  19. καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
  20. ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,