Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
  • νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
  • ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
  • νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
  • αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  • μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
  • Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
  • ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
  • ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
  • ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
  • εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
  • καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
  • αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
  • καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
  • πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  • ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
  • δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
  • ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
  • Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
  • μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι