Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
  2. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  3. μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
  4. καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
  5. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
  6. λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
  7. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
  8. καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
  9. ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
  10. ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
  11. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
  12. ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
  13. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
  14. ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
  15. ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
  16. εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
  17. ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
  18. ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
  19. ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
  20. οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.