Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
  2. ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
  3. πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
  4. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
  5. ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
  6. δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
  7. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
  8. εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
  9. τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
  10. μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
  11. τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
  12. σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
  13. ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
  14. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  15. αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
  16. μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
  17. μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
  18. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
  19. οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
  20. κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς