Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
  2. στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
  3. τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
  4. Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
  5. ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
  6. ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
  7. εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
  8. ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.
  9. ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
  10. σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
  11. αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
  12. ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
  13. δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
  14. ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
  15. χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
  16. ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
  17. Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
  18. Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
  19. πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
  20. ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν