Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
  2. πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
  3. πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
  4. εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
  5. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
  6. χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
  7. ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
  8. φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
  9. σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
  10. ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
  11. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
  12. ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
  13. ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
  14. φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
  15. ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
  16. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
  17. οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
  18. κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
  19. εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
  20. μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ