Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
  2. χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
  3. ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
  4. καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
  5. ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
  6. στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
  7. ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  8. τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
  9. πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
  10. θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
  11. λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
  12. Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  13. Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
  14. ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
  15. ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
  16. ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
  17. ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
  18. λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
  19. ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
  20. τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·