Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
  2. εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
  3. εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
  4. κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
  5. ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
  6. εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
  7. ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
  8. δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
  9. ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
  10. δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
  11. Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
  12. αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
  13. ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
  14. τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
  15. σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
  16. φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
  17. ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
  18. ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
  19. χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
  20. τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι